Aristotle, Problemata Mechanika, 1831

List of thumbnails

< >
11
11
12
12
13
13
14
14
15
15
16
16
17
17
18
18
19
19
20
20
< >
page |< < of 24 > >|
    <archimedes>
      <text>
        <body>
          <chap>
            <p n="36">
              <s id="g0131802">
                <pb xlink:href="080/01/014.jpg" ed="Bekker" n="853b"/>
                <lb/>
              χλῷ, ὥστε ἡ μία ῥᾷον ἕλξει, καὶ ἀπὸ μιᾶς ὁλκῆς τοῦ
                <lb/>
              κατὰ χεῖρα πολὺ ἕλξει βαρύτερον. τοῦτο δ' αἱ δύο τροχαλίαι
                <lb/>
              πλέον ἢ διπλασίῳ τάχει αἴρουσαι.</s>
              <s id="g0131803">ἔλαττον γὰρ
                <lb/>
              ἔτι ἡ ἑτέρα ἕλκει ἢ εἰ αὐτὴ καθ' ἑαυτὴν εἷλκεν, ὅταν
                <lb/>
              παρὰ τῆς ἑτέρας ἐπιβληθῇ τὸ σχοινίον· ἐκείνη γὰρ ἔτι
                <lb/>
              ἔλαττον ἐποίησε τὸ βάρος.</s>
              <s id="g0131804">καὶ οὕτως ἐὰν εἰς πλείους ἐπιβάλληται
                <lb/>
              τὸ καλώδιον, ἐν ὀλίγαις τροχιλέαις πολλὴ γίνεται
                <lb/>
              διαφορά, ἢ ὥστε ὑπὸ τῆς πρώτης τοῦ βάρους ἕλκοντος
                <lb/>
              τέτταρας μνᾶς, ὑπὸ τῆς τελευταίας ἕλκεσθαι πολλῷ
                <lb/>
              ἐλάττω.</s>
              <s id="g0131805">καὶ ἐν τοῖς οἰκοδομικοῖς ἔργοις ῥᾳδίως κινοῦσι μεγάλα
                <lb/>
              βάρη· μεταφέρουσι γὰρ ἀπὸ τῆς αὐτῆς τροχιλέας
                <lb/>
              ἐφ' ἑτέραν, καὶ πάλιν ἀπ' ἐκείνης εἰς ὄνους καὶ μοχλούς·
                <lb/>
              τοῦτο δὲ ταὐτόν ἐστι τῷ ποιεῖν πολλὰς τροχιλέας.</s>
            </p>
            <p n="37">
              <s id="g0131901prop19">
                <lb/>
              Διὰ τί, ἐὰν μέν τις ἐπιθῇ ἐπὶ τὸ ξύλον πέλεκυν μέγαν
                <lb/>
              καὶ φορτίον μέγα ἐπ' αὐτῷ, οὐ διαιρεῖ τὸ ξύλον, ὅ τι καὶ
                <lb/>
              λόγου ἄξιον· ἐὰν δὲ ἄρας τὸν πέλεκύν τις πατάξῃ αὐτῷ,
                <lb/>
              διασχίζει, ἔλαττον βάρος ἔχοντος τοῦ τύπτοντος πολὺ μᾶλλον
                <lb/>
              ἢ τοῦ ἐπικειμένου καὶ πιεζοῦντος; </s>
              <s id="g0131902">ἢ διότι πάντα τῇ κινήσει
                <lb/>
              ἐργάζεται, καὶ τὸ βαρὺ τὴν τοῦ βάρους κίνησιν λαμβάνει
                <lb/>
              μᾶλλον κινούμενον ἢ ἠρεμοῦν; </s>
              <s id="g0131903">ἐπικείμενον οὖν οὐ κινεῖται τὴν
                <lb/>
              τοῦ βάρους κίνησιν, φερόμενον δὲ ταύτην τε καὶ τὴν τοῦ
                <lb/>
              τύπτοντος.</s>
              <s id="g0131904">ἔτι δὲ καὶ γίνεται σφὴν ὁ πέλεκυς· ὁ δὲ σφὴν
                <lb/>
              μικρὸς ὢν μεγάλα διίστησι διὰ τὸ εἶναι ἐκ δύο μοχλῶν
                <lb/>
              ἐναντίως συγκειμένων.</s>
            </p>
            <p n="38">
              <figure id="id.080.01.014.1.jpg" xlink:href="080/01/014/1.jpg" number="15"/>
              <s id="g0132001prop20">
                <lb/>
              Διὰ τί αἱ φάλαγγες τὰ κρέα ἱστᾶσιν ἀπὸ μικροῦ ἀρτήματος
                <lb/>
              μεγάλα βάρη, τοῦ ὅλου ἡμιζυγίου ὄντος; οὗ μὲν γὰρ
                <lb/>
              τὸ βάρος ἐντίθεται, κατήρτηται μόνον ἡ πλάστιγξ, ἐπὶ θάτερον
                <lb/>
              δὲ ἡ φάλαγξ ἐστὶ μόνον.</s>
              <s id="g0132002">ἢ ὅτι ἅμα συμβαίνει ζυγὸν
                <lb/>
              καὶ μοχλὸν εἶναι τὴν φάλαγγα; ζυγὸν μὲν γὰρ, ᾗ
                <lb/>
              τῶν σπαρτίων ἕκαστον γίνεται τὸ κέντρον τῆς φάλαγγος. τὸ
                <lb/>
              μὲν οὖν ἐπὶ θάτερα ἔχει πλάστιγγα, τὸ δὲ ἐπὶ θάτερα ἀντὶ
                <lb/>
              τῆς πλάστιγγος τὸ σφαίρωμα, ὃ τῷ ζυγῷ ἔγκειται, ὥσπερ
                <lb/>
              εἴ τις τὴν ἑτέραν πλάστιγγα καὶ τὸν σταθμὸν ἐπιθείη ἐπὶ τὸ
                <lb/>
              ἄκρον τῆς πλάστιγγος· </s>
              <s id="g0132003">δῆλον γὰρ ὅτι ἕλκει τοσοῦτον βάρος
                <lb/>
              ἐν τῇ ἑτέρᾳ κείμενον πλάστιγγι.</s>
              <s id="g0132004">ὅπως δὲ τὸ ἓν ζυγὸν πολλὰ
                <lb/>
              ᾖ ζυγά, τοιαῦτα τὰ σπαρτία πολλὰ ἔγκειται ἐν τῷ τοιούτῳ
                <lb/>
              ζυγῷ, ὧν ἑκάστου τὸ ἐπὶ τάδε ἐπὶ τὸ σφαίρωμα τὸ ἥμισυ
                <lb/>
              τῆς φάλαγγός ἐστι, καὶ ὁ σταθμὸς δι' ἴσου τῶν ἀπ' ἀλλήλων
                <lb/>
              τῶν σπαρτίων κινουμένων, ὥστε συμμετρεῖσθαι πόσον βάροσ</s>
            </p>
          </chap>
        </body>
      </text>
    </archimedes>